Παρασκευή, 24 Μαρτίου 2017

Χαιρετισμοί 2017: Δ’ Στάση των Χαιρετισμών της Παναγίας (ΒΙΝΤΕΟ)

Διαβάστε την και απολαύστε έναν από τους πιο όμορφους χριστιανικούς ύμνους, .

Τείχος ει των παρθένων, Θεοτόκε Παρθένε, και πάντων των εις σε προστρεχόντων· ο γαρ του ουρανού και της γης, κατεσκεύασέ σε Ποιητής Άχραντε, οικήσας εν τη μήτρα σου, και πάντας σοι προσφωνείν διδάξας·
Χαίρε, η στήλη της παρθενίας· χαίρε, η πύλη της σωτηρίας.
Χαίρε, αρχηγέ νοητής αναπλάσεως· χαίρε, χορηγέ θεικής αγαθότητος.
Χαίρε, συ γαρ ανεγέννησας τους συλληφθέντας αισχρώς· χαίρε, συ γαρ ενουθέτησας τους συληθέντας τον νούν.
Χαίρε, η τον φθορέα των φρενών καταργούσα· χαίρε, η τον σπορέα της αγνείας τεκούσα.
Χαίρε, παστάς ασπόρου νυμφεύσεως· χαίρε, πιστούς Κυρίω αρμόζουσα.
Χαίρε, καλή κουροτρόφε παρθένων· χαίρε, ψυχών νυμφοστόλε Αγίων.
Χαίρε, Νύμφη ανύμφευτε.
Ύμνος άπας ηττάται, συνεκτείνεσθαι σπεύδων, τω πλήθει των πολλών οικτιρμών σου· ισαρίθμους γαρ τη ψάμμω ωδάς, αν προσφέρωμέν σοι, Βασιλεύ άγιε, ουδέν τελούμεν άξιον, ων δέδωκας ημίν, τοις σοι βοώσιν·
Αλληλούια.
Φωτοδόχον λαμπάδα, τοις εν σκότει φανείσαν, ορώμεν την αγίαν Παρθένον· το γαρ άϋλον άπτουσα φως, οδηγεί προς γνώσιν θεικήν άπαντας, αυγή τον νούν φωτίζουσα, κραυγή δε τιμωμένη ταύτα·
Χαίρε, ακτίς νοητού Ηλίου· χαίρε, βολίς του αδύτου φέγγους.
Χαίρε, αστραπή τας ψυχάς καταλάμπουσα· χαίρε, ως βροντή τους εχθρούς καταπλήττουσα.
Χαίρε, ότι τον πολύφωτον ανατέλλεις φωτισμόν· χαίρε, ότι τον πολύρρητον αναβλύζεις ποταμόν.
Χαίρε, της κολυμβήθρας ζωγραφούσα τον τύπον· χαίρε, της αμαρτίας αναιρούσα τον ρύπον.
Χαίρε, λουτήρ εκπλύνων συνείδησιν· χαίρε, κρατήρ κιρνών αγαλλίασιν.
Χαίρε, οσμή της Χριστού ευωδίας· χαίρε, ζωή μυστικής ευωχίας.
Χαίρε, Νύμφη ανύμφευτε.

Χάριν δούναι θελήσας, οφλημάτων αρχαίων, ο πάντων χρεωλύτης ανθρώπων, επεδήμησε δι᾿ εαυτού, προς τους αποδήμους της αυτού χάριτος· και σχίσας το χειρόγραφον, ακούει παρά πάντων ούτως·
Αλληλούια.
Ψάλλοντές σου τον τόκον, ανυμνούμέν σε πάντες, ως έμψυχον ναόν Θεοτόκε· εν τη ση γαρ οικήσας γαστρί, ο συνέχων πάντα τη χειρί Κύριος, ηγίασεν, εδόξασεν, εδίδαξε βοάν σοι πάντας·
Χαίρε, σκηνή του Θεού και Λόγου· χαίρε, Αγία Αγίων μείζων.
Χαίρε, Κιβωτέ χρυσωθείσα τω Πνεύματι· χαίρε, θησαυρέ της ζωής αδαπάνητε.
Χαίρε, τίμιον διάδημα βασιλέων ευσεβών· χαίρε, καύχημα σεβάσμιον ιερέων ευλαβών.
Χαίρε, της Εκκλησίας ο ασάλευτος πύργος· χαίρε, της βασιλείας το απόρθητον τείχος.
Χαίρε, δι᾿ ης εγείρονται τρόπαια· χαίρε, δι᾿ ης εχθροί καταπίπτουσι.
Χαίρε, χρωτός του εμού θεραπεία· χαίρε, ψυχής της εμής σωτηρία.
Χαίρε, Νύμφη ανύμφευτε.
Ω πανύμνητε Μήτερ, η τεκούσα τον πάντων Αγίων αγιώτατον Λόγον (εκ γ´)· δεξαμένη την νυν προσφοράν, από πάσης ρύσαι συμφοράς άπαντας· και της μελλούσης λύτρωσαι κολάσεως, τους σοι βοώντας·
Αλληλούια.
http://www.vimaorthodoxias.gr/ymnoi/cheretismi-2017-d-stasi-ton-cheretismon-tis-panagias-vinteo/