διὰ τὴν βεβήλωσιν τοῦ Ναοῦ
τῆς Ἁγίας Σοφίας,
ἐν πολυποθήτῳ Κωνσταντινουπόλει
Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.
Τὰ μολύνοντα στίφη Ναόν σου πάγκαλον,
τῆς Σῆς Ἁγίας Σοφίας,
κοσμοῦντα, Σῶτερ, λαμπρῶς
εἰς αἰῶνας τὴν κλεινὴν Κωνσταντινούπολιν,
πόῤῥω ἐκδίωξον ταχὺ
καὶ ἀξίωσον ἡμᾶς,
τούς, οἴμοι, ἐν ἁμαρτίαις
κειμένους, δοξολογεῖν Σε
ἔνδον Αὐτοῦ ἀπαύστως, Κύριε.
Ἐλάχιστος ἱκέτης,
Δρ Χαραλάμπης Μ. Μπούσιας,
Μέγας Ὑμνογράφος τῆς τῶν Ἀλεξανδρέων Ἐκκλησίας